Τετάρτη, 30 Ιουλίου 2008

Ευθυμεί, τις;

«Ευθυμεί, τις; Ψαλλέτω!»

Αναστάσεως ημέρα λαμπρυνθώμεν λαοί, πάσχα Κυρίου πάσχα. Εκ γαρ θανάτου προς ζωήν και εκ γης προς ουρανόν Χριστός ο Θεός ημάς διεβίβασεν, επινίκιον άδοντας.

Σημερον πάσα κτίσις αγάλλεται και χαίρει, ότι Χριστός ανέστη και Άδης εσκυλεύθη.

Αύτη η κλητή και αγία ημέρα, η μία των Σαββάτων, η βασιλίς και κυρία, εορτών εορτή και πανήγυρις εστι πανηγύρεων, εν η ευλογούμεν Χριστόν εις τούς αιώνας.

Αναστάσεως ημέρα, και λαμπρυνθώμεν τη πανηγύρει και αλλήλους περιπτυξώμεθα. Είπωμεν, αδελφοί, και τοις μισούσιν ημάς.. συγχωρήσωμεν πάντα τη Αναστάσει, και ούτω βοήσωμεν: Χριστός ανέστη εκ νεκρών, θανάτω θάνατον πατήσας, και τοις εν τοις μνήμασι ζωήν χαρισάμενος.

Ανάστασιν Χριστού θεασάμενοι, προσκυνήσωμεν Άγιον Κυριον Ιησούν, τον μόνον αναμάρτητον. Τον Σταυρόν σου, Χριστέ, προσκυνούμεν και την αγίαν σου Ανάστασιν υμνούμεν και δοξάζομεν.. συ γαρ ει Θεός ημών, εκτός σου άλλον ουκ οίδαμεν, το όνομά σου ονομάζομεν. Δεύτε πάντες οι πιστοί, προσκυνήσωμεν την του Χριστού αγίαν Ανάστασιν.. ιδού γαρ ήλθε δια του Σταυρού χαρά εν όλω τω κόσμω. Δια παντός ευλογούντες τον Κυριον, υμνούμεν την Ανάστασιν αυτού.. Σταυρόν γαρ υπομείνας δι' ημάς, θανάτω θάνατον ώλεσεν.

Αναστάς ο Ιησούς από του τάφου, καθώς προείπεν, έδωκεν ημίν την αιώνιον ζωήν και μέγα έλεος.

Δεν υπάρχουν σχόλια: